Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.51.3 | Hdt. 3.52.5 (English) | >>Hdt. 3.53.2 |
3.52.3 τετάρτῃ δὲ ἡμέρῃ ἰδών μιν ὁ Περίανδρος ἀλουσίῃσί τε καὶ ἀσιτίῃσι συμπεπτωκότα οἴκτειρε · ὑπεὶς δὲ τῆς ὀργῆς ἤιε ἆσσον καὶ ἔλεγε · “ὦ παῖ , κότερα τούτων αἱρετώτερά ἐστι , ταῦτα τὸ νῦν ἔχων πρήσσεις , ἢ τὴν τυραννίδα καὶ τὰ ἀγαθὰ τὰ νῦν ἐγὼ ἔχω , ταῦτα ἐόντα τῷ πατρὶ ἐπιτήδεον παραλαμβάνειν ,
3.52.4 ὃς ἐὼν ἐμός τε παῖς καὶ Κορίνθου τῆς εὐδαίμονος βασιλεὺς ἀλήτην βίον εἵλευ , ἀντιστατέων τε καὶ ὀργῇ χρεώμενος ἐς τόν σε ἥκιστα ἐχρῆν . εἰ γάρ τις συμφορὴ ἐν αὐτοῖσι γέγονε , ἐξ ἧς ὑποψίην ἐς ἐμὲ ἔχεις , ἐμοί τε αὕτη γέγονε καὶ ἐγὼ αὐτῆς τὸ πλεῦν μέτοχος εἰμί , ὅσῳ αὐτός σφεα ἐξεργασάμην .
3.52.5 σὺ δὲ μαθὼν ὅσῳ φθονέεσθαι κρέσσον ἐστὶ ἢ οἰκτείρεσθαι , ἅμα τε ὁκοῖόν τι ἐς τοὺς τοκέας καὶ ἐς τοὺς κρέσσονας τεθυμῶσθαι , ἄπιθι ἐς τὰ οἰκία .”
3.52.6 Περίανδρος μὲν τούτοισι αὐτὸν κατελάμβανε · ὁ δὲ ἄλλο μὲν οὐδὲν ἀμείβεται τὸν πατέρα , ἔφη δέ μιν ἱρὴν ζημίην ὀφείλειν τῷ θεῷ ἑωυτῷ ἐς λόγους ἀπικόμενον . μαθὼν δὲ ὁ Περίανδρος ὡς ἄπορόν τι τὸ κακὸν εἴη τοῦ παιδὸς καὶ ἀνίκητον , ἐξ ὀφθαλμῶν μιν ἀποπέμπεται στείλας πλοῖον ἐς Κέρκυραν · ἐπεκράτεε γὰρ καὶ ταύτης ·
3.52.7 ἀποστείλας δὲ τοῦτον ὁ Περίανδρος ἐστρατεύετο ἐπὶ τὸν πενθερὸν Προκλέα ὡς τῶν παρεόντων οἱ πρηγμάτων ἐόντα αἰτιώτατον , καὶ εἷλε μὲν τὴν Ἐπίδαυρον , εἷλε δὲ αὐτὸν Προκλέα καὶ ἐζώγρησε .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.51.3 | Hdt. 3.52.5 (English) | >>Hdt. 3.53.2 |